Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.34 Dem. 34.37 (English) >>Dem. 34.40

34.36εἰ μὲν οὖν, ἄνδρες δικασταί, ἐμοῦ μόνου κατεφρόνει Λάμπις, οὐδὲν ἂν ἦν θαυμαστόν· νῦν δὲ πολλῷ δεινότερα τούτου πέπρακται αὐτῷ πρὸς πάντας ὑμᾶς. κήρυγμα γὰρ ποιησαμένου Παιρισάδου ἐν Βοσπόρῳ, ἐάν τις βούληται Ἀθήναζε εἰς τὸ Ἀττικὸν ἐμπόριον σιτηγεῖν, ἀτελῆ τὸν σῖτον ἐξάγειν, ἐπιδημῶν ἐν τῷ Βοσπόρῳ Λάμπις ἔλαβε τὴν ἐξαγωγὴν τοῦ σίτου καὶ τὴν ἀτέλειαν ἐπὶ τῷ τῆς πόλεως ὀνόματι, γεμίσας δὲ ναῦν μεγάλην σίτου ἐκόμισεν εἰς Ἄκανθον κἀκεῖ διέθετο <> προσκοινωνήσας τούτῳ ἀπὸ τῶν ὑμετέρων χρημάτων. 34.37καὶ ταῦτʼ ἔπραξεν, ἄνδρες δικασταί, οἰκῶν μὲν Ἀθήνησιν, οὔσης δʼ αὐτῷ γυναικὸς ἐνθάδε καὶ παίδων, τῶν δὲ νόμων τὰ ἔσχατα ἐπιτίμια προτεθηκότων, εἴ τις οἰκῶν Ἀθήνησιν ἄλλοσέ ποι σιτηγήσειεν εἰς τὸ Ἀττικὸν ἐμπόριον, ἔτι δʼ ἐν τοιούτῳ καιρῷ, ἐν ὑμῶν οἱ μὲν ἐν τῷ ἄστει οἰκοῦντες διεμετροῦντο τὰ ἄλφιτα ἐν τῷ ᾠδείῳ, οἱ δʼ ἐν τῷ Πειραιεῖ ἐν τῷ νεωρίῳ ἐλάμβανον κατʼ ὀβολὸν τοὺς ἄρτους καὶ ἐπὶ τῆς μακρᾶς στοᾶς τὰ ἄλφιτα, καθʼ ἡμίεκτον μετρούμενοι καὶ καταπατούμενοι. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τήν τε μαρτυρίαν καὶ τὸν νόμον.Μαρτυρία Νόμος

34.38Φορμίων τοίνυν τούτῳ χρώμενος κοινωνῷ καὶ μάρτυρι οἴεται δεῖν ἀποστερῆσαι τὰ χρήματα ἡμᾶς, οἵ γε σιτηγοῦντες διατετελέκαμεν εἰς τὸ ὑμέτερον ἐμπόριον, καὶ τριῶν ἤδη καιρῶν κατειληφότων τὴν πόλιν, ἐν οἷς ὑμεῖς τοὺς χρησίμους τῷ δήμῳ ἐξητάζετε, οὐδενὸς τούτων ἀπολελείμμεθα, ἀλλʼ ὅτε μὲν εἰς Θήβας Ἀλέξανδρος παρῄει, ἐπεδώκαμεν ὑμῖν τάλαντον ἀργυρίου·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.34 Dem. 34.37 (English) >>Dem. 34.40

Powered by PhiloLogic